Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.31 Joseph. AJ 19.36 (English) >>Joseph. AJ 19.40

19.34καὶ τῆς ἀνθρώπου, ψεῦδος γὰρ ἦν, δεινὸν ἡγουμένης μαρτυρίαν ἐπὶ θανάτῳ τοῦ ἐραστοῦ παρασχεῖν, βασάνων ἔχρῃζεν Τιμίδιος, καὶ Γάιος παρωξυμμένος κελεύει τὸν Χαιρέαν μηδὲν εἰς ἀναβολὰς ἀλλʼ εὐθέως βασανίζειν τὴν Κυιντιλίαν, χρώμενος τῷ Χαιρέᾳ πρός τε τὰ φονικὰ καὶ ὁπόσα στρεβλώσεως δέοιτο ὑπὸ τοῦ νομίζειν ὠμότερον διακονήσεσθαι τὴν λοιδορίαν φεύγοντα τῆς μαλακίας. 19.35Κυιντιλία δʼ ἐπὶ τὴν βάσανον ἀγομένη τῶν συνιστόρων τινὸς ἐπιβαίνει τῷ ποδὶ ἀποσημαίνουσα θαρσεῖν καὶ μὴ τὰς βασάνους αὐτῆς δεδιέναι· διοίσειν γὰρ μετʼ ἀνδραγαθίας. βασανίζει δʼ αὐτὴν ὠμῶς Χαιρέας, ἄκων μέν, κατʼ ἀνάγκας δὲ τὰς ὑπὲρ αὐτοῦ, καὶ μηδὲν ἐνδοῦσαν ἦγεν εἰς τὴν ὄψιν τὴν Γαΐου διακειμένην οὐκ ἐν ἡδονῇ τοῖς θεωροῦσι. 19.36καὶ Γάιος παθών τι πρὸς τὴν ὄψιν τῆς Κυιντιλίας δεινῶς ὑπὸ τῶν ἀλγηδόνων διακειμένης τοῦ τε ἐγκλήματος ἠφίει καὶ αὐτὴν καὶ τὸν Πομπήδιον, ἐκείνην δὲ καὶ χρημάτων δόσει τιμᾷ παραμυθίας ἐσομένων λώβης τε ἣν ἐλελώβητο εἰς τὴν εὐπρέπειαν τοῦ ἀφορήτου τῶν ἀλγηδόνων. 19.37

Ταῦτα δεινῶς ἠνίασεν τὸν Χαιρέαν ὡς αἴτιον ἀνθρώποις καὶ ὑπὸ Γαΐου παρηγορίας ἀξίοις ἐν αἰτίᾳ κακῶν τὸ ὅσον ἐπʼ αὐτοῖς γεγενημένοις, φησίν τε πρὸς Κλήμεντά τε καὶ Παπίνιον, ὧν Κλήμης μὲν ἦν ἐπὶ τῶν στρατοπέδων, Παπίνιος δὲ καὶ αὐτὸς ἦν χιλιαρχῶν,



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.31 Joseph. AJ 19.36 (English) >>Joseph. AJ 19.40

Powered by PhiloLogic